Loading…
The Greek New Testament: SBL Edition
Restore columns
Exit Fullscreen

1.1 Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.

2 Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. 3 ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. 4 μειζοτέραν τούτων οὐκ ἔχω * χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν * τῇ ἀληθείᾳ περιπατοῦντα.

5 Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ * τοῦτο ξένους, 6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ· 7 ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν * ἐθνικῶν. 8 ἡμεῖς οὖν ὀφείλομεν * ὑπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.

9 Ἔγραψά * τι τῇ ἐκκλησίᾳ· ἀλλʼ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρέφης οὐκ ἐπιδέχεται ἡμᾶς. 10 διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς, καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.

11 Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν. 12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ * οἶδας ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν.

13 Πολλὰ εἶχον * γράψαι σοι* , ἀλλʼ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι * γράφειν· 14 ἐλπίζω δὲ εὐθέως * σε ἰδεῖν* , καὶ στόμα πρὸς στόμα λαλήσομεν.

15 Εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατʼ ὄνομα.

SBLGNT

About The Greek New Testament: SBL Edition

The Greek New Testament: SBL Edition (SBLGNT), is a new edition of the Greek New Testament. Produced by the Society of Biblical Literature in association with Logos Bible Software and edited by Michael W. Holmes, the SBLGNT offers a widely available, critically edited and generously licensed edition of the Greek New Testament for use in academic contexts and personal study. This Logos Bible Software edition is fully morphologically tagged, including Louw-Nida annotation reference and English glosses. The accompanying apparatus details where other major editions of the Greek New Testament agree and disagree with the SBLGNT. Using these annotations, most readings in most modern translations of the New Testament are accounted for, providing a solid foundation not only for examining textual variations but also for preaching and exegesis.

Copyright

Greek New Testament and Apparatus Copyright 2010 by Lexham Press and the Society of Biblical Literature.
Morphological Database Copyright 2010 Lexham Press.

Support Info

sblgnt

Table of Contents