Loading…

Matthew 24:36–44

36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν * οὐδὲ ὁ υἱός* , εἰ μὴ ὁ * πατὴρ μόνος. 37 ὥσπερ * γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως * ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 38 * ὡς γὰρ ἦσαν ἐν ταῖς * ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ * γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, 39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται * καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 40 τότε * δύο ἔσονται* ἐν τῷ ἀγρῷ, * εἷς παραλαμβάνεται καὶ * εἷς ἀφίεται· 41 δύο ἀλήθουσαι ἐν τῷ * μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται. 42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ * ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται. 43 ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ. 44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ * οὐ δοκεῖτε ὥρᾳ* ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Read more Explain verse



A service of Logos Bible Software