Loading…

Mark 9:38–50

38 * Ἔφη αὐτῷ ὁ Ἰωάννης* · Διδάσκαλε, εἴδομέν τινα * ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, * καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν* . 39 ὁ δὲ Ἰησοῦς εἶπεν· Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με· 40 ὃς γὰρ οὐκ ἔστιν καθʼ * ἡμῶν, ὑπὲρ ἡμῶν* ἐστιν. 41 Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν * ὀνόματι ὅτι χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν * ὅτι οὐ μὴ * ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

42 Καὶ ὃς * ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν * τούτων τῶν πιστευόντων * εἰς ἐμέ* , καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται * μύλος ὀνικὸς* περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. 43 Καὶ ἐὰν * σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν * ἐστίν σε* κυλλὸν * εἰσελθεῖν εἰς τὴν ζωὴν* ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ * ἄσβεστον. 45 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν * σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν * γέενναν. 47 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν * σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς * τὴν * γέενναν, 48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.

49 Πᾶς γὰρ πυρὶ * ἁλισθήσεται. 50 καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς * ἅλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.

Read more Explain verse



A service of Logos Bible Software