Loading…

Mark 9:14–29

14 Καὶ * ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον* ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας * πρὸς αὐτούς* . 15 καὶ * εὐθὺς πᾶς ὁ ὄχλος * ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν* , καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 16 καὶ ἐπηρώτησεν * αὐτούς· Τί συζητεῖτε πρὸς * αὑτούς; 17 καὶ * ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου* · Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον· 18 καὶ ὅπου * ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς * ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. 19 ὁ δὲ ἀποκριθεὶς * αὐτοῖς λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. 20 καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν * τὸ πνεῦμα εὐθὺς* * συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 21 καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· * Ἐκ παιδιόθεν· 22 καὶ πολλάκις * καὶ εἰς πῦρ αὐτὸν* ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλʼ εἴ τι * δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφʼ ἡμᾶς. 23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ Εἰ * δύνῃ, πάντα δυνατὰ τῷ πιστεύοντι. 24 * εὐθὺς κράξας ὁ πατὴρ τοῦ * παιδίου ἔλεγεν· * Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ. 25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ * ἄλαλον καὶ κωφὸν πνεῦμα* , ἐγὼ * ἐπιτάσσω σοι* , ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26 καὶ * κράξας καὶ πολλὰ σπαράξας* ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε * τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27 ὁ δὲ Ἰησοῦς κρατήσας * τῆς χειρὸς αὐτοῦ* ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 28 καὶ * εἰσελθόντος αὐτοῦ* εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ * κατʼ ἰδίαν ἐπηρώτων αὐτόν* · Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 29 καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν * προσευχῇ.

Read more Explain verse



A service of Logos Bible Software