Loading…

Mark 10:2–16

2 * Καὶ * ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. 3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; 4 οἱ δὲ εἶπαν· * Ἐπέτρεψεν Μωϋσῆς* βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. 5 * ὁ δὲ* Ἰησοῦς εἶπεν αὐτοῖς· Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· 6 ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν * αὐτούς· 7 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα * καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ* , 8 καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ· 9 ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.

10 Καὶ * εἰς τὴν οἰκίαν* πάλιν οἱ μαθηταὶ * περὶ τούτου* * ἐπηρώτων αὐτόν. 11 καὶ λέγει αὐτοῖς· Ὃς * ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπʼ αὐτήν, 12 καὶ ἐὰν * αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον* μοιχᾶται.

13 Καὶ προσέφερον αὐτῷ παιδία ἵνα * αὐτῶν ἅψηται* · οἱ δὲ μαθηταὶ * ἐπετίμησαν αὐτοῖς* . 14 ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 15 ἀμὴν λέγω ὑμῖν, ὃς * ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 καὶ ἐναγκαλισάμενος αὐτὰ * κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπʼ αὐτά* .

Read more Explain verse



A service of Logos Bible Software