Loading…

Mark 1:29–39

29 Καὶ * εὐθὺς ἐκ τῆς συναγωγῆς * ἐξελθόντες ἦλθον* εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου. 30 ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ * εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς. 31 καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς * χειρός· καὶ ἀφῆκεν αὐτὴν ὁ * πυρετός, καὶ διηκόνει αὐτοῖς. 32 Ὀψίας δὲ γενομένης, ὅτε * ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· 33 καὶ * ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη* πρὸς τὴν θύραν. 34 καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν * αὐτόν. 35 Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο. 36 καὶ * κατεδίωξεν αὐτὸν * Σίμων καὶ οἱ μετʼ αὐτοῦ, 37 καὶ * εὗρον αὐτὸν καὶ* λέγουσιν αὐτῷ ὅτι Πάντες * ζητοῦσίν σε* . 38 καὶ λέγει αὐτοῖς· Ἄγωμεν * ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ * ἐξῆλθον. 39 καὶ * ἦλθεν κηρύσσων * εἰς τὰς συναγωγὰς* αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.

Read more Explain verse



A service of Logos Bible Software