Loading…

Mark 1:21–28

21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ * εὐθὺς τοῖς σάββασιν * ἐδίδασκεν εἰς τὴν συναγωγήν* . 22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς. 23 καὶ * εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν 24 λέγων· * Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 25 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ * φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. 27 καὶ ἐθαμβήθησαν * ἅπαντες, ὥστε συζητεῖν * πρὸς ἑαυτοὺς* λέγοντας· Τί ἐστιν τοῦτο; * διδαχὴ καινή* · κατʼ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ. 28 * καὶ ἐξῆλθεν* ἡ ἀκοὴ αὐτοῦ εὐθὺς * πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.

Read more Explain verse



A service of Logos Bible Software