Loading…

Luke 13:1–9

Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. 2 καὶ * ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι * ταῦτα πεπόνθασιν; 3 οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ μετανοῆτε πάντες * ὁμοίως ἀπολεῖσθε. 4 ἢ ἐκεῖνοι οἱ * δεκαοκτὼ ἐφʼ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι * αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας * τοὺς ἀνθρώπους τοὺς * κατοικοῦντας Ἰερουσαλήμ; 5 οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ * μετανοῆτε πάντες * ὡσαύτως ἀπολεῖσθε.

6 Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. Συκῆν εἶχέν τις * πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ* , καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. 7 εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη * ἀφʼ οὗ* ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· * ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; 8 ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια· 9 κἂν μὲν ποιήσῃ καρπὸν * εἰς τὸ μέλλον—εἰ δὲ μήγε,* ἐκκόψεις αὐτήν.

Read more Explain verse



A service of Logos Bible Software